1.

[10.284] εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον κἀν τῇ περὶ κριτηρίου σκέψει (Cfr. M VII 96 sqq.) κἀν τοῖς περὶ ψυχῆς.
Νῦν δὲ ὑποδειχθέντος, ὅτι μεγάλην δύναμιν ἀπονέμουσι τοῖς ἀριθμοῖς οἱ ἀπὸ τῆς Ἰταλίας φυσικοί, μετελθόντες καὶ τὰς ἀκολούθους τῷ τόπῳ κομίζωμεν ἀπορίας.