1.

[10.285] (§§ 285-287 Cfr. M IV 11-13; PH III 156) ὅταν οὖν λέγωσι τῶν ἀριθμητῶν [μηδὲν εἶναι ἕν], οἷον τῶν αἰσθητῶν καὶ ὑποπιπτόντων, μηδὲν εἶναι ἕν, μετοχῇ δὲ τοῦ ἑνὸς τοῦ ὡσανεὶ πρώτου καὶ στοιχείου ἕν τι καλεῖσθαι, εἰ οὖν τὸ δεικνύμενον καὶ καλούμενον ζῷον ἓν εἴη, τὸ μὴ δεικνύμενον φυτὸν οὐκ ἔσται ἕν. οὐ γὰρ δεῖ πολλὰ εἶναι, μετοχῇ δὲ τοῦ ἑνὸς ἕκαστον νοεῖσθαι ἕν, οἷον ζῷον ξύλον φυτόν.