1.

[10.286] εἰ γὰρ τὸ δεικνύμενον ζῷον ἕν ἐστι, τὸ μὴ ὂν ζῷον, οἷον τὸ φυτόν, οὐκ ἔσται ἕν˙ καὶ εἰ τὸ φυτὸν ἕν ἐστι, τὸ μὴ ὂν φυτόν, οἷον τὸ ζῷον, οὐκ ἔσται ἕν. ἀλλὰ λέγεταί γε τὸ μὴ ὂν ζῷον ἕν, καθάπερ τὸ φυτόν, καὶ τὸ μὴ ὂν φυτὸν πάλιν ἕν, ὡς τὸ ζῷον. οὐκ ἄρα ἕκαστον τῶν ἀριθμητῶν ἕν ἐστιν. τὸ δὲ οὗ ἕκαστον μετοχῇ νενόηται ἕν, ἐκεῖνο τῶν ἕν ἐστιν. τὸ δὲ οὗ ἕκαστον μετοχῇ νενόηται ἕν, ἐκεῖνο ἕν τέ ἐστι καὶ πολλά, ἓν μὲν καθ' ἑαυτό, πολλὰ δὲ κατὰ περίληψιν.