1.

[10.287] ὅπερ πλῆθος πάλιν οὐκ ἔστιν ἐν τοῖς ἀριθμητοῖς δεικνύμενον. εἰ γὰρ τὸ τῶν ζῴων πλῆθος ἔστιν, τὸ τῶν φυτῶν οὐκ ἔσται πλῆθος, καὶ εἰ τὸ τούτων, ἀνάπαλιν οὐκ ἔσται τὸ τῶν ζῴων. λέγεται δέ γε καὶ ἐπὶ φυτῶν καὶ ἐπὶ ζῴων καὶ ἐπ' ἄλλων ἱκανῶν πλῆθος˙ οὐκ ἄρα τὸ ἐν τοῖς ἀριθμητοῖς δεικνύμενον πλῆθος τῷ ὄντι πλῆθός ἐστιν, ἀλλὰ ἐκεῖνο τὸ οὗ μετοχῇ νενόηται τοῦτο πλῆθος.