1.

[10.288] (§§ 288-292 Cfr. M IV 17-18) ὅταν δὴ τὰ τοιαῦτα λέγωσιν οἱ Πυθαγορικοὶ τῶν φιλοσόφων, ὅμοιόν τι λέγουσι τῷ μηδένα τῶν ἐπὶ μέρους ἀνθρώπων ἄνθρωπον εἶναι, ἀλλὰ τὸν οὗ μετοχῇ ἕκαστος εἷς τε ἄνθρωπος νενόηται καὶ πολλοὶ ἄνθρωποι καλοῦνται. νοεῖται γὰρ ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν, καὶ διὰ τοῦτο οὔτε Σωκράτης ἄνθρωπός ἐστιν οὔτε Πλάτων, οὐκ ἄλλος τις τῶν ἐπ' εἴδους.