1.

[10.289] εἰ γὰρ Σωκράτης, καθὸ Σωκράτης ἐστίν, ἄνθρωπος καθέστηκεν, ὁ Πλάτων οὐκ ἔσται ἄνθρωπος, οὐδὲ Δίων ἢ Θέων˙ καὶ εἰ Πλάτων ἐστὶν ἄνθρωπος, ὁ Σωκράτης οὐκ ἔσται. λέγεται δέ γε καὶ Σωκράτης ἄνθρωπος καὶ Πλάτων καὶ ἕκαστος τῶν ἄλλων˙ οὐκ ἄρα τῶν ἐπὶ μέρους ἀνθρώπων ἕκαστός ἐστιν ἄνθρωπος, οὗ δὲ μετοχῇ ἕκαστος αὐτῶν νενόηται ἄνθρωπος, ὃς οὔκ ἐστιν εἷς ἐξ αὐτῶν.