1.

[10.290] ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ φυτοῦ καὶ πάντων τῶν λοιπῶν. ἄτοπον δέ γέ ἐστι μηδένα τῶν ἐπὶ μέρους ἀνθρώπων λέγειν ἄνθρωπον εἶναι, μηδὲ τῶν φυτῶν φυτόν˙ ἄτοπον ἄρα καὶ τὸ ἕκαστον τῶν ἀριθμητῶν κατὰ τὸν ἴδιον λόγον μὴ λέγειν ἕν.