1.

[10.291] ἄλλως τε καὶ ἡ κομιζομένη κατὰ τοῦ γένους (Cfr. PH II 219 sqq.) ἀπορία φθάνειν ἔοικε καὶ ἐπὶ τὴν τοιαύτην τῶν Πυθαγορικῶν δόξαν. ὡς γὰρ ὁ γενικὸς ἄνθρωπος οὔτε μετὰ τῶν ἐπ' εἴδους ἀνθρώπων θεωρεῖται, ἐπεὶ καὶ αὐτὸς ἔσται εἰδικός, οὔτε κατ' ἰδίαν ὑφέστηκεν, ἐπεὶ οὐ γενήσονται οἱ κατὰ μέρος ἄνθρωποι μετοχῇ αὐτοῦ ἄνθρωποι, οὔτ' ἐν αὐτοῖς τούτοις περιέχεται