1.

[10.292] (ἀδιανόητον γὰρ τούτου μετοχῇ ἀπείρους εἶναι καὶ τοῦτο μὲν τεθνηκόσι, τοῦτο δὲ ζῶσι περιέχεσθαι), - ὡς οὖν οὗτος ὁ λόγος ἄπορος, οὕτω καὶ ὁ περὶ τοῦ ἑνὸς τούτου μᾶλλόν ἐστιν ἀπορώτερος τῷ μήτε σὺν τοῖς κατὰ μέρος ἀριθμοῖς αὐτὸ θεωρεῖσθαι, μήτε κατὰ παντὸς αὐτὸ δύνασθαι τετάχθαι, μήτε μετοχὴν αὐτοῦ τοῖς ἀπείροις προϋπάρχειν.