1.

[10.293] (§§ 293-298 Cfr. PH III 158-162 et M IV 18-20) ἥ γε μὴν τοῦ ἑνὸς ἰδέα, ἧς κατὰ μετοχὴν ἕκαστον νοεῖται ἕν, ἤτοι μία ἐστὶν ἰδέα τοῦ ἑνὸς ἢ πλείους ἰδέαι τοῦ ἑνός. καὶ εἰ μὲν μία, ἤτοι ὅλης μετέχει ἕκαστον τῶν ἀριθμητῶν ἢ μέρους τινὸς αὐτῆς. καὶ εἰ μὲν ὅλης μετέσχηκεν, οὐκ ἔστι μία˙ εἰ γὰρ ὅλην ἔχει τὴν τοῦ ἑνὸς ἰδέαν λόγου χάριν τὸ Α, ἐξ ἀνάγκης τὸ Β, μὴ ἔχον οὗ μετάσχῃ, οὐκ ἔσται ἕν˙ ὅπερ ἄτοπον.