1.

[10.294] εἰ δὲ πολυμερής ἐστιν ἡ τοῦ ἑνὸς ἰδέα καὶ ἕκαστον τῶν ἀριθμητῶν ἑκάστου μέρους αὐτῆς μετείληφεν, πρῶτον μὲν ἕκαστον τῶν ὄντων οὐ τῆς τοῦ ἑνὸς ἰδέας ἔσται μετειληφός, ἀλλὰ μέρους αὐτῆς, καὶ διὰ τοῦτο οὐκέτι γενήσεται ἕν˙ ὡς γὰρ τὸ μέρος ἀνθρώπου οὐκ ἔστιν ἄνθρωπος καὶ τὸ μέρος τῆς λέξεως οὐκ ἔστι λέξις, οὕτω τὸ μέρος τῆς τοῦ ἑνὸς ἰδέας οὐκ ἔσται ἡ τοῦ ἑνὸς ἰδέα, ἵνα καὶ τὸ μετεσχηκὸς αὐτῆς γένηται ἕν.