1.

[10.295] εἶτα ἡ τοῦ ἑνὸς ἰδέα οὐκέτι γίνεται ἑνὸς ἰδέα, οὐδὲ μία, ἀλλὰ πλείους. τὸ γὰρ ἕν, ᾗ ἕν ἐστιν, ἀδιαίρετον καθέστηκεν, καὶ ἡ μονάς, ᾗ μονάς ἐστιν, οὐ διχάζεται˙ ἢ εἴπερ εἰς πολλὰ διαιρεῖται, ἀθροισμὸς πλειόνων μονάδων γενήσεται καὶ οὐκέτι μονάς.