1.

[10.299] Σὺν τούτοις˙ ἐπεὶ πᾶν τὸ λαμβανόμενον ἀνθρώπῳ ἤτοι αἰσθήσει (Cfr. M VII 85) λαμβάνεται καὶ κατὰ ψιλὴν ἐγκύρησιν ἢ διανοίᾳ, πάντως καὶ ὁ ἀθροισμός, εἴπερ ἀνθρώπῳ ληπτός ἐστιν, ἤτοι αἰσθήσει ἢ διανοίᾳ καταληφθήσεται.