1.

[10.300] ἀλλὰ αἰσθήσει μὲν καὶ ἁπλῇ ἐμφάσει οὐκ ἂν ληφθείη˙ πλανᾷ γὰρ ἐνίους ἡ τῶν ἀριθμητῶν ὑπόστασις, ἐπείπερ βλέποντες ταῦτα λευκὰ ἢ μέλανα ἢ κοινῶς αἰσθητὰ ὑπονοοῦσιν, ὅτι καὶ ὁ ἀριθμὸς αἰσθητόν τί ἐστι καὶ φαινόμενον πρᾶγμα, μὴ ἐχούσης οὕτω τῆς ἀληθείας. τὸ μὲν γὰρ λευκὸν καὶ μέλαν, καὶ εἰ οὕτω τύχοι, τὸ φυτὸν καὶ ὁ λίθος καὶ τὸ ξύλον καὶ τῶν ἀριθμητῶν ἕκαστον φαίνεται καὶ αἰσθήσει ληπτόν ἐστιν, ὁ δ' ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἔστιν ἡμῖν αἰσθητὸς οὐδὲ φαίνεται.