1.

[10.301] σκοπῶμεν δὲ τὸν τρόπον τοῦτον. τὰ αἰσθητὰ ὡς αἰσθητὰ ἀδιδάκτως ἡμῖν λαμβάνεται˙ οὐθεὶς γὰρ τὸ λευκὸν ἢ τὸ μέλαν ὁρᾶν διδάσκεται, οὐδὲ τραχέος ἢ λείου ἀντιλαμβάνεσθαι. ὁ δὲ ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἀδιδάκτως ἡμῖν λαμβάνεται˙ ὅτι γὰρ τὰ δὶς δύο τέσσαρά ἐστι καὶ τὰ τρὶς δύο ἕξ ἐστι καὶ τὰ δεκάκις δέκα ἑκατόν, ἐκ μαθήσεως ἔγνωμεν. οὐκ ἄρα αἰσθητόν τί ἐστιν ὁ ἀριθμός.