1.

[10.303] εἰ γὰρ τοιαῦτά ἐστι μετὰ τὴν σύνοδον, ὁποῖα ἦν πρὶν τῆς συνόδου, ἦν δ' ἑκάτερον αὐτῶν πρὶν τῆς συνόδου ἕν, ἔσται καὶ μετὰ τὴν σύνοδον ἑκάτερον ἕν, ἐπεὶ ἂν δῶμεν προσγίνεσθαί τι αὐτοῖς περισσότερον μετὰ τὴν σύνοδον παρ' ὃ ἦν, οἷον τὴν δυάδα, ἔσται ἡ τῶν δυεῖν συνέλευσις τετράς.