1.

[10.305] Ὁ δὲ Πλάτων καὶ ἄλλως ἐπιχειρεῖν βούλεται. εἴπερ γὰρ τὸ ἕν, φησίν, ὅτε διαιρεῖται καὶ χωρίζεται, δύο νοεῖται, πάντως καὶ ἡ ἑκατέρου τῶν ἀνὰ ἓν εἰς ταὐτὸ σύνοδος οὐ νοηθήσεται δύο˙ ἐναντίον γάρ ἐστι τῷ πρώτῳ αἰτίῳ τὸ δεύτερον αἴτιον, καὶ εἰ τὰ ἐκ τοῦ αὐτοῦ χωριζόμενα δύο ἐστί, τὰ εἰς ταὐτὸ συναγόμενα καὶ ἀλλήλοις παρατεθειμένα οὐκ ἂν εἴη δύο. ἔχει δὲ καὶ τὸ ῥητὸν παρ' αὐτῷ τὸν τρόπον τοῦτον (
Plato Phaedo. p. 97 A