1.

[10.306] ῾῾θαυμάζω γάρ, εἰ ὅτε μὲν ἑκάτερον αὐτῶν ἦν χωρὶς ἀλλήλων, ἓν ἦν ἑκάτερον καὶ οὐκ ἤστην τότε δύο, πλησιάσαντα δ' ἀλλήλοις, αὕτη ἄρα αὐτοῖς αἰτία ἐγένετο δυεῖν γενέσθαι, σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι. οὐδέ γε ὡς ἐάν τις ἓν διασχίσῃ, δύναμαι ἔτι πεισθῆναι, ὅτι ὡσαύτως αἰτία γέγονεν ἡ σχίσις τοῦ δύο γεγονέναι˙ ἐναντία γὰρ γέγονεν ἢ τότε αἰτία τοῦ δύο γενέσθαι, τότε μὲν ὅτι συνήγετο πλησίον ἀλλήλων καὶ προσετίθετο ἕτερον ἑτέρῳ, νῦν δ' ὅτι ἀπάγεται καὶ χωρίζεται ἕτερον ἀφ' ἑτέρου.᾽᾽