1.

[10.307] ῥητῶς γὰρ διὰ τούτων φησίν, ὡς εἴπερ ἡ ψιλὴ σύνοδος τοῦ ἑνὸς καὶ ἑνὸς καὶ ἡ αὐτὸ μόνον παράθεσις αἴτιόν ἐστι τοῦ δύο γενέσθαι τὰ πρότερον μὴ ὄντα δύο, πῶς ἔτι πεισθῆναι δύναμαι, ὅτι τὸ ἕν, ὅτε χωρίζεται καὶ διασπᾶται, δύο γίνεται; ἐναντία γὰρ τῇ συνόδῳ ἡ σχίσις ἐστὶ καὶ ὁ χωρισμός.