1.

ε´ περὶ γενέσεως καὶ φθορᾶς.
[10.310] Ἡ περὶ γενέσεως καὶ φθορᾶς ζήτησις συνίσταται τοῖς σκεπτικοῖς πρὸς τοὺς φυσικοὺς σχεδόν τι περὶ τῶν ὅλων, εἴγε τῶν σκεψαμένων περὶ τῆς τοῦ παντὸς συστάσεως οἱ μὲν ἐξ ἑνὸς ἐγέννησαν τὰ πάντα, οἱ δ' ἐκ πλειόνων (Cfr. M IX 379 sqq. et PH III 30 ), καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ ἐκ ποιοῦ,