1.

[10.311] καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρὸς, οἱ δ' 〈ἐξ〉 ἀέρος, οἱ δ' ἐξ ὕδατος, ἄλλοι ἐκ γῆς, καὶ τῶν ἐκ πλειόνων οἱ μὲν 〈ἐξ〉 ἀριθμητῶν, οἱ δ' ἐξ ἀπείρων, καὶ τῶν ἐξ ἀριθμητῶν οἱ μὲν ἐκ δύο, οἱ δ' ἐκ τεσσάρων, οἱ δ' ἐκ πέντε, οἱ δ' ἐξ ἕξ, καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων, καὶ τούτων οἱ μὲν ἐξ ἀπαθῶν, οἱ δ' ἐκ παθητῶν.