1.

[10.313] ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξιμένη καὶ Θαλῆ, ὧν Ἵππασος μὲν καὶ κατά τινας Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπέλιπον τὴν γένεσιν, Ἀναξιμένης δὲ ἐξ ἀέρος, Θάλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ κατ' ἐνίους ἐκ γῆς (21 B 27 Diels-Kranz)˙
‘ἐκ γαίης γὰρ πάντα, καὶ εἰς γῆν πάντα τελευτᾷ. ’