1.

[10.314] ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, ὁ ποιητὴς Ὅμηρος , ὁτὲ μὲν λέγων (
Hom.Il. XIV 201
)
‘Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,’
ὁτὲ δὲ (
Hom.Il. VII 99
)
‘ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.’
συμφέρεσθαι δ' αὐτῷ δοκεῖ κατ' ἐνίους καὶ ὁ Κολοφώνιος Ξενοφάνης ˙ φησὶ γάρ (21 B 33 Diels-Kranz)˙
‘πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.’