1.

[10.315] ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐκδέξασθαι ἐκ τοῦ λέγειν αὐτόν (
Euripid. fr. 1023 (ed).

‘Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω. ’
ἐκ τεσσάρων δὲ ὁ Ἐμπεδοκλῆς (31 B 6 Diels-Kranz)˙
‘τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε˙
Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ' Ἀιδωνεύς
Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. ’