1.

[10.317] ἐκ δὲ τῶν ἓξ τὴν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα . ἐν οἷς μὲν γὰρ λέγει τέσσαρα τῶν πάντων ῥιζώματα, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν˙ ὅταν δὲ προσθῇ (31 B 17,18, 19 Diels-Kranz; cfr. MIX 10 )
‘Νεῖκός τ' οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ,
καὶ Φιλίη μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε,’
ἓξ παραδίδωσι τὰς τῶν ὄντων ἀρχάς, τέσσαρας μὲν τὰς ὑλικάς, γῆν ὕδωρ ἀέρα πῦρ, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος.