1.

[10.318] ἐξ ἀπείρων δ' ἐδόξασαν τὴν τῶν πραγμάτων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ἀλλ' ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστι τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην (
fr. 120 (ed).
) καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων (Cfr. I 363 et PH III 32).