1.

[10.323] (§ 323 Cfr. M IX 277 et PH III 109) καὶ μὴν εἰ γίνεταί τι καὶ φθείρεται, ὀφείλει τί τινι προστίθεσθαι καί τί τινος ἀφαιρεῖσθαι ἤ τι ἔκ τινος μεταβάλλειν˙ γένεσις γὰρ καὶ φθορὰ κατά τινα τῶν τριῶν τούτων τρόπων ὀφείλει συνίστασθαι, οἷον ἐπὶ τῆς δεκάδος κατ' ἀφαίρεσιν τῆς μονάδος γίνεται μὲν ἡ ἐννεάς, φθείρεται δὲ ἡ δεκάς, καὶ πάλιν ἐπὶ τῆς ἐννεάδος κατὰ πρόσθεσιν μονάδος γίνεται μὲν ἡ δεκάς, φθείρεται δὲ ἡ ἐννεάς. καὶ ἐπὶ τῶν κατὰ τροπὴν φθειρομένων ἢ γεννωμένων ὁ αὐτὸς λόγος˙ οὕτω γὰρ φθείρεται μὲν ὁ οἶνος, γίνεται δὲ 〈ὁ〉 ὄξος.