1.

[10.326] (§§ 326-327 Cfr. PH III 112) Πάρεστι δὲ καὶ προηγουμένως ἀποροῦντας λέγειν, ὡς εἴπερ 〈τι〉 γίνεται, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν γίνεται˙ τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ γίνεσθαι συμβέβηκεν.