1.

[10.327] καὶ ἄλλως˙ τὸ γινόμενον πάσχει, τὸ δὲ μὴ ὂν οὐδὲν δύναται πάσχειν˙ ὄντος γὰρ τὸ πάσχειν˙ οὐκ ἄρα τὸ μὴ ὂν γίνεται. καὶ μὴν οὐδὲ τὸ ὄν˙ ἔστι γὰρ ἤδη τὸ ὄν, καὶ οὐκ ἔχει χρείαν γενέσεως˙ οὐκ ἄρα οὐδὲ τὸ ὂν γεννᾶται. ἀλλ' εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν γίνεται, παρὰ ταῦτα δ' οὐδὲν ἔστι τρίτον ἐπινοεῖν, οὐδὲν γεννᾶται.