1.

[10.331] εἰ δὲ κἀν τοῖς νοητοῖς γίνεταί τι, ἤτοι ἐξ ὄντος γίνεταί τι ἢ ἐκ μὴ ὄντος. καὶ ἐκ μὲν τοῦ μὴ ὄντος οὐδὲν δύναται γίνεσθαι˙ δεῖ γὰρ τὸ γεννητικόν τινος οὐσίαν ἔχειν καὶ ποιὰν ἀναδέχεσθαι κίνησιν, ὥστ' οὐκ ἂν εἴη τι ἐκ τοῦ μὴ ὄντος γεννώμενον.