1.

[10.332] καὶ μὴν οὐδ' ἐκ τοῦ ὄντος. εἰ γὰρ ἐκ τοῦ ὄντος γίνεταί τι, ἤτοι ἐξ ἑνὸς γίνεται ἢ ἐκ πλειόνων. καὶ ἐξ ἑνὸς μὲν οὐκ ἂν εἴη γεννώμενον. εἰ γὰρ ἐξ ἑνὸς γίνεται, ἤτοι αὐξανομένου ἢ μειουμένου ἢ ἐν τῷ αὐτῷ μένοντος γίνεται.