1.

[10.333] ἀλλ' αὐξάνεσθαι μὲν καὶ μειοῦσθαι οὐχ οἷόν τε ταὐτό, καὶ οὐκ ἂν δυνηθείη ἑαυτοῦ τι μεῖζον ἢ ἑαυτοῦ τι ἔλαττον ἀποτελεῖσθαι ταὐτόν. ἐάν τε γὰρ αὑτοῦ πλεῖον γένοιτο, ἐπεὶ οὐδὲν ἔχει πλεῖον παρ' ἑαυτό, ἐξ οὐκ ὄντος ἕξει τὴν πρόσθεσιν˙ ἐάν τε ἔλαττον ἑαυτοῦ, πάλιν, ἐπεὶ οὐδὲν ἔχει παρ' ἑαυτὸ ἀπολλύμενον αὐτοῦ, εἰς τὸ μὴ ὂν ἀπολεῖται. οὐδὲν ἄρα δύναται ἐκ τοῦ αὐξομένου ἢ μειουμένου γίνεσθαι.