1.

[10.334] καὶ μὴν οὐδ' ἐκ τοῦ ἐν τῷ αὐτῷ μένοντος ἔσται τὸ γεννώμενον. εἰ γὰρ τοῦτο, ἤτοι ἀτρέπτου καὶ ἀμεταβλήτου μένοντος αὐτοῦ γεννᾶταί τι ἐξ αὐτοῦ, ἢ ἐκ τρεπομένου καὶ μεταβάλλοντος (Cfr.PH III 112 sqq.). ἀλλ' ἐξ ἀτρέπτου μὲν καὶ ἀεὶ ὡσαύτως μένοντος οὐκ ἂν γεννηθείη τι˙ ἑτεροίωσις γάρ τίς ἐστιν ἡ γένεσις.