1.

[10.335] εἰ δὲ ἐκ τρεπομένου καὶ μεταβάλλοντος, ἤτοι εἰς ἑαυτὸ μεταβάλλοντος γίνεται τὸ γεννώμενον ἢ εἰς ἕτερον. καὶ εἰ μὲν εἰς ἑαυτὸ μεταβάλλοι τὸ γεννητικόν τινος, πάλιν μένει τὸ αὐτό, καὶ μένον τὸ αὐτὸ οὐδενὸς ἔσται περισσοτέρου γεννητικόν. εἰ δὲ εἰς ἕτερον τρέποιτο, 〈ἤτοι〉 ἐκβαίνει τῆς ἰδίας ὑποστάσεως, ὅτε τρέπεται καὶ γεννᾶται, ἢ μένει μὲν ἐν τῇ οἰκείᾳ ὑποστάσει, [εἰς] ἄλλο δὲ εἶδος ἀντ' ἄλλου εἴδους μεταλαμβάνον γεννᾶται, ὡς ὁ μετασχηματιζόμενος κηρὸς καὶ ἄλλοτε ἄλλην μορφὴν ἀναδεχόμενος.