1.

[10.336] ἀλλ' ἐκβαῖνον μὲν τῆς ἰδίας ὑποστάσεως εἰς τὸ μὴ ὂν φθαρήσεται, καὶ εἰς τὸ μὴ ὂν φθειρόμενον οὐδὲν γεννήσει. εἰ δὲ μένον ἐν τῇ ἰδίᾳ ὑποστάσει καὶ ἄλλην ἀντ' ἄλλης ποιότητα ἀναδεχόμενον γεννᾶται, κρατεῖται τῇ αὐτῇ ἀπορίᾳ.