1.

[10.337] ἤτοι γὰρ μένοντος τοῦ πρώτου εἴδους καὶ τῆς προτέρας ποιότητος περὶ αὐτῷ γίνεται τὸ δεύτερον εἶδος καὶ ἡ δευτέρα ποιότης, ἢ μὴ μένοντος. οὔτε δὲ μένοντος τοῦ πρώτου εἴδους γίνεται τὸ δεύτερον εἶδος οὔτε μὴ μένοντος, ὡς ἔμπροσθεν παρεστήσαμεν, ὅτε περὶ τοῦ πάσχοντος ἐσκεπτόμεθα (Cfr. M IX 266 sqq.). τοίνυν οὐδ' ἐξ ἑνὸς γίνεται τὸ γεννώμενον.