1.

[10.338] καὶ μὴν οὐδ' ἐκ πλειόνων. δυεῖν γὰρ συνελθόντων τρίτον οὐκ ἂν γένοιτο, μενόντων τῶν δυεῖν, καὶ πάλιν τριῶν ὄντων τέταρτον οὐκ ἂν γένοιτο, μενόντων τῶν τριῶν. εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον, ὅτε περὶ τῆς τοῦ ἀνθρώπου ὑποστάσεως ἐζητοῦμεν (Cfr. M VII 263 sqq. et 288 sqq.) παριστάντες, ὅτι οὔτε σῶμά ἐστιν ὁ ἄνθρωπος οὔτε ψυχὴ οὔτε τὸ σύνθετον.