1.

[10.340] Ταῦτα μὲν οἱ ἀπορητικοὶ περὶ γενέσεως διεξίασιν˙ οἱ δὲ δογματικοὶ μὴ πρὸς νοῦν ἀπαντῶντες πάλιν ἐπὶ τὰ ἐξ ἐναργείας ὑποδείγματα συμφεύγουσιν. τὸ γὰρ ὕδωρ θερμὸν ὄν, μὴ ὂν δὲ ψυχρόν, γίνεται ψυχρόν˙ καὶ ὁ ὑπάρχων χαλκός, μὴ ὢν ἀνδριάς, γίνεται ἀνδριάς˙ καὶ τὸ ᾠὸν κατὰ δύναμιν μέν ἐστι νεοσσός, κατ' ἐντελέχειαν δὲ οὔκ ἐστιν, ἀλλὰ λέγεται κατὰ δύναμιν εἶναι νεοσσὸς εἰς τὸ κατ' ἐντελέχειαν ὑπάρχειν. καὶ τὸ ὂν τοίνυν δύναται γίνεσθαι καὶ τὸ μὴ ὄν. εἶτα καὶ ὁρῶμεν βρέφος μὲν γεννώμενον ἐξ ἀνθρώπου, χυλὸν δ' ἐκ πόας. ὥστε πάντα τὸν τῶν δογματικῶν λόγον παρὰ τὴν ἐνάργειαν χωρεῖν.