1.

[10.341] πλανῶνται δ' οἱ ταῦτα λέγοντες, καὶ οὐ πρὸς τὸ προκείμενον ὑπαντῶσιν. τὸ γὰρ θερμὸν ὕδωρ καὶ οὐκ ὂν ψυχρὸν οὔτε θερμὸν γίνεται τῷ εἶναι οὔτε ψυχρὸν τῷ μὴ εἶναι˙ παρὰ δὲ τὸ εἶναι 〈καὶ μὴ εἶναι〉 οὐδὲν ἔστιν˙ οὐκ ἄρα οὐδ' ἐπὶ τοῦ ὕδατος ἔστι τις γένεσις. καὶ πάλιν˙ οὔτε ὁ χαλκὸς γίνεται τῷ εἶναι χαλκὸς οὔτε ὁ ἀνδριὰς τῷ μὴ εἶναι.