1.

[10.342] καὶ ἐπὶ τῶν κατὰ δύναμιν καὶ ἐντελέχειαν ὁ αὐτός ἐστι λόγος. ἄλλως τε˙ ἤτοι πλεῖόν τι ἐστὶν ἐν τῷ κατ' ἐντελέχειαν παρὰ τὸ ἐν δυνάμει ἢ οὔκ ἐστιν˙ καὶ εἰ μὲν οὐδὲν πλεῖόν ἐστιν, αὐτόθεν οὐδὲν γίνεται τῷ κατὰ δύναμιν εἶναι, εἰ δὲ ἔστι 〈τι〉 πλέον, ἐκ τοῦ μὴ ὄντος τοῦτο γίνεται, ὅπερ ἄτοπον.