1.

[10.343] ναί, ἀλλὰ καὶ βρέφος ἐκ τῆς ἐγκύμονος γεννᾶται, καὶ χυλὸς ἐκ τῆς πόας συνίσταται. καὶ τοῦτο τί πρὸς τὸ ζητούμενον, ἐροῦμεν. οὔτε γὰρ τὸ βρέφος γίνεται τικτόμενον (εἰς τοὐμφανὲς δὲ ἐκ τοῦ ἀφανοῦς ἄγεται), οὔτε ὁ χυλός (καὶ γὰρ ἐν τῇ πόᾳ προϋπῆρχεν, καὶ ἐκτὸς τῆς πόας γινόμενος τόπον μόνον ἤλλαξεν). ὥσπερ οὖν τὸν ἐκ τοῦ ζόφου εἰς τὸ φῶς προελθόντα οὐ λέγομεν γίνεσθαι, τόπον δ' ἐκ τόπου μεταβεβηκέναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ βρέφος ἐροῦμεν γίνεσθαι, ἀλλ' ἐξ ἑτέρου τινὸς τόπου εἰς ἕτερον μεταβαίνειν τόπον. οὐδὲν οὖν γεννᾶται.