HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,345
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,345.rdf
1.
[10.345] καὶ μὴν οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν
μένον, ἔσται ἅμα καὶ οὐκ ἔσται, ἐφθαρμένον καὶ μὴ ἐφθαρμένον˙ εἰ δὲ μὴ μένον, ἀπόλλυται, καὶ
οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται. ὥστε εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν φθείρεται, παρὰ δὲ
ταῦτα οὐδὲν ἔστιν, οὐδὲν φθείρεται.