1.

[10.345] καὶ μὴν οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον, ἔσται ἅμα καὶ οὐκ ἔσται, ἐφθαρμένον καὶ μὴ ἐφθαρμένον˙ εἰ δὲ μὴ μένον, ἀπόλλυται, καὶ οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται. ὥστε εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν φθείρεται, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲν φθείρεται.