1.

[10.346] (§ 346 Cfr. M IX 269; PH III 111) Τινὲς δὲ καὶ τῶν χρόνων ἐχόμενοι τῆς τε γενέσεως καὶ φθορᾶς οὕτω συνερωτῶσιν. εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἐτελεύτα. καὶ ζῶν μὲν οὐκ ἀπέθανεν˙ ἔζη γὰρ δήπουθεν καὶ ζῶν οὐκ ἐτεθνήκει. οὔτε δ' ὅτε ἀπέθανεν˙ δὶς γὰρ ἔσται τεθνηκώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης.