1.

[10.348] καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ δύναμις αὐτοῦ προφανής. δύο γάρ εἰσι χρόνοι κατ' ἐπίνοιαν, ἐν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, καὶ ἐν ᾧ διεστᾶσιν˙ παρὰ δὲ τούτους οὐδ' ἐπινοηθῆναι τρίτος τις δύναται χρόνος. εἰ οὖν φθείρεται τὸ τειχίον, ἐν τῷ ἑτέρῳ τούτων ὀφείλει φθείρεσθαι.