1.

[10.349] ἀλλ' ἐν μὲν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, οὐ δύναται φθείρεσθαι˙ ἔστι γὰρ ἔτι τειχίον, καὶ εἰ ἔστιν, οὐ φθείρεται. οὔτε ἐν ᾧ διεστᾶσιν ἀπ' ἀλλήλων˙ οὐκέτι γὰρ ἔστι τειχίον, τὸ δὲ μὴ ὂν οὐ δύναται φθείρεσθαι. εἰ οὖν μήτε ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι, φθείρεται τὸ τειχίον, μήτε ὅτε διεστᾶσιν ἀπ' ἀλλήλων, οὐ φθείρεται τὸ τειχίον.