[58] Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, "ἐν ἀγορᾷ γάρ," ἔφη, "καὶ ἐπείνησα." ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ, "εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες˙" τὸν δ' ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, "καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες." πρὸς τὸν εἰπόντα, "οἱ πλείους σου καταγελῶσι," "κἀκείνων τυχόν," εἶπεν, "οἱ ὄνοι˙ ἀλλ' οὔτ' ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτ' ἐγὼ ἐκείνων." θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, "εὖγε," εἶπεν, "ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις." [58] Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, "ἐν ἀγορᾷ γάρ," ἔφη, "καὶ ἐπείνησα." ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ, "εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες˙" τὸν δ' ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, "καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες." πρὸς τὸν εἰπόντα, "οἱ πλείους σου καταγελῶσι," "κἀκείνων τυχόν," εἶπεν, "οἱ ὄνοι˙ ἀλλ' οὔτ' ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτ' ἐγὼ ἐκείνων." θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, "εὖγε," εἶπεν, "ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις." [58] [41115] Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, " Ἐν ἀγορᾷ γάρ," ἔφη, "καὶ ἐπείνησα." Ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ˙ "Εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες˙" τὸν δὲ ἀποκρίνασθαι ὁμοίως [41120] ἡσυχῆ˙ "Καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον [4121] ἐθεράπευες." Πρὸς τὸν εἰπόντα, "Οἱ πλείους σου καταγελῶσι," "Κἀκείνων τυχόν," εἶπεν, "οἱ ὄνοι˙ ἀλλ' οὔτ' ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτε ἐγὼ ἐκείνων." Θεασάμενός μειράκιον φιλοσοφοῦν, "Εὖγε," εἶπεν, "ὅτι [4125] τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις."