1.

[11.2] (§ 2 Cfr. PH III 168) ἀλλ΄ ἐπεὶ τὴν ἠθικὴν θεωρίαν συμφώνως σχεδὸν ἅπαντες ὑπειλήφασι περὶ τὴν τῶν ἀγαθῶν τε καὶ κακῶν διάκρισιν γίνεσθαι͵ καθὸ καὶ ὁ πρῶτος αὐτὴν δόξας κεκινηκέναι Σωκράτης (Cfr. M VII 21) παρήγγειλεν ὡς ἀναγκαιότατον ζητεῖν (
Hom. Il. IV 392
)
‘ὅττι τοι ἐν μεγάροισι κακόν τ΄ ἀγαθόν τε τέτυκται͵’
δεήσει καὶ ἡμᾶς ἐν ἀρχαῖς εὐθὺς περὶ τῆς ἐν τούτοις διαφορᾶς σκοπεῖν.