1.

[11.6] δυνάμει δὲ καὶ οὗτος χωρὶς ἀποδείξεως προσήκατο τὴν διαίρεσιν͵ ἐπείπερ ὁ εἰς κατασκευὴν αὐτῆς παραληφθεὶς λόγος οὐχ ἕτερός ἐστιν αὐτῆς· ὅθεν εἰ ἐν ἑαυτῇ περιέσχηκε τὴν πίστιν ἡ ἀπόδειξις͵ ἔσται καὶ ἡ διαίρεσις ἐξ ἑαυτῆς πιστὴ μὴ διαφέρουσα τῆς ἀποδείξεως.