1.

[11.7] Ἀλλ΄ ὅμως͵ καίπερ συμφώνου δοκοῦντος ὑπάρχειν κατὰ πάντας τοῦ ὅτι τρισσή ἐστιν ἡ τῶν ὄντων διαφορά͵ τινὲς οὐδὲν ἧττον εὑρεσιλογοῦσιν ὁμολογοῦντες μὲν τὴν ἐν τοῖς οὖσι διαφορὰν ὅτι τοιαύτη τίς ἐστι͵ σοφιστικῶς δὲ προσειλούμενοι τῇ ἐκτεθείσῃ διαιρέσει. καὶ τοῦτο εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες.